Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 5.72.4 | Hdt. 5.73.3 (English) | >>Hdt. 5.75.2 |
5.73.1
οὗτοι μέν νυν δεδεμένοι ἐτελεύτησαν . Ἀθηναῖοι δὲ μετὰ ταῦτα Κλεισθένεα καὶ τὰ ἑπτακόσια ἐπίστια τὰ διωχθέντα ὑπὸ Κλεομένεος μεταπεμψάμενοι πέμπουσι ἀγγέλους ἐς Σάρδις , συμμαχίην βουλόμενοι ποιήσασθαι πρὸς Πέρσας · ἠπιστέατο γὰρ σφίσι Λακεδαιμονίους noteτε καὶ Κλεομένεα ἐκπεπολεμῶσθαι .
5.73.2 ἀπικομένων δὲ τῶν ἀγγέλων ἐς τὰς Σάρδις καὶ λεγόντων τὰ ἐντεταλμένα , Ἀρταφρένης ὁ Ὑστάσπεος Σαρδίων ὕπαρχος ἐπειρώτα τίνες ἐόντες ἄνθρωποι καὶ κοῦ γῆς οἰκημένοι δεοίατο Περσέων σύμμαχοι γενέσθαι , πυθόμενος δὲ πρὸς τῶν ἀγγέλων ἀπεκορύφου σφι τάδε · εἰ μὲν διδοῦσι βασιλέι Δαρείῳ Ἀθηναῖοι γῆν τε καὶ ὕδωρ , ὁ δὲ συμμαχίην σφι συνετίθετο , εἰ δὲ μὴ διδοῦσι , ἀπαλλάσσεσθαι αὐτοὺς ἐκέλευε .
5.73.3 οἱ δὲ ἄγγελοι ἐπὶ σφέων αὐτῶν βαλόμενοι διδόναι ἔφασαν , βουλόμενοι τὴν συμμαχίην ποιήσασθαι . οὗτοι μὲν δὴ ἀπελθόντες ἐς τὴν ἑωυτῶν αἰτίας μεγάλας εἶχον .
ch. 74
5.74.1
Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 5.72.4 | Hdt. 5.73.3 (English) | >>Hdt. 5.75.2 |